Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.14 Dem. 22.17 (English) >>Dem. 22.20

22.16ὥστε δικαίως, ἄνδρες Ἀθηναῖοι, τηλικαύτην ἐχουσῶν ῥοπὴν ἐφʼ ἑκάτερα τῶν τριήρων, τοῦτον ὅρον τεθήκατε τῇ βουλῇ, πότερʼ αὐτὴν δεῖ λαβεῖν τὴν δωρειὰν οὔ. εἰ γὰρ πάντα τἄλλα διοικήσειε καλῶς, διʼ ὧν δὲ τό τʼ ἐξ ἀρχῆς ταῦτʼ ἐκτησάμεθα καὶ νῦν σῴζομεν, ταύτας μὴ ποιήσαιτο, τὰς τριήρεις λέγω, οὐδὲν ἐκείνων ὄφελος· τὴν γὰρ τῶν ὅλων σωτηρίαν πρῶτον ὑπάρχειν δεῖ παρεσκευασμένην τῷ δήμῳ. οὗτος τοίνυν εἰς τοῦτʼ ἐλήλυθε τοῦ νομίζειν αὑτῷ καὶ λέγειν καὶ γράφειν ἐξεῖναι πᾶν τι ἂν βούληται, ὥστε βεβουλευκυίας μὲν τἄλλʼ ὃν τρόπον ὑμεῖς ἀκούετε τῆς βουλῆς, οὐ πεποιημένης δὲ τὰς τριήρεις, γέγραφεν δοῦναι τὴν δωρειάν.

22.17καὶ ταῦθʼ ὡς μὲν οὐ παρὰ τὸν νόμον ἐστίν, οὔτʼ ἂν οὗτος ἔχοι λέγειν οὔθʼ ὑμεῖς πεισθείητε· ἀκούω δʼ αὐτὸν τοιοῦτον ἐρεῖν τινʼ ἐν ὑμῖν λόγον, ὡς οὐχ βουλὴ γέγονʼ αἰτία τοῦ μὴ πεποιῆσθαι τὰς ναῦς, ἀλλʼ τῶν τριηροποιικῶν ταμίας ἀποδρὰς ᾤχετʼ ἔχων πένθʼ ἡμιτάλαντα, καὶ τὸ πρᾶγμʼ ἀτύχημα συμβέβηκεν. ἐγὼ δὲ πρῶτον μὲν αὐτὸ τοῦτο θαυμάζω, εἰ στεφανοῦν ἐπὶ τοῖς ἠτυχημένοις ἠξίου τὴν βουλήν· τῶν κατορθουμένων γὰρ ἔγωγʼ ἡγούμην ἔργων τὰς τοιαύτας ὡρίσθαι τιμάς· ἔπειτα δὲ κἀκεῖνʼ ἔτι βούλομαι φράσαι πρὸς ὑμᾶς.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.14 Dem. 22.17 (English) >>Dem. 22.20

Powered by PhiloLogic